Isaiah 12

1καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Εὐλογήσω σε, κύριε, διότι ὠργίσθης μοι καὶ ἀπέστρεψας τὸν θυμόν σου Καὶ ἠλέησάς με. 2ἰδοὺ θεός μου σωτήρ μου κύριος, πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ καὶ σωθήσομαι ἐν αὐτῷ καὶ οὐ φοβηθήσομαι, διότι δόξα μου καὶ αἴνεσίς μου κύριος καὶ ἐγένετό μοι εἰς σωτηρίαν. 3καὶ ἀντλήσετε ὕδωρ μετ' εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. 4καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Ὑμνεῖτε κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ, ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν τὰ ἔνδοξα αὐτοῦ, μιμνῄσκεσθε ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ. 5ὑμνήσατε τὸ ὄνομα κυρίου, ὅτι ὑψηλὰ ἐποίησεν· ἀναγγείλατε ταῦτα ἐν πάσῃ τῇ γῇ. 6ἀγαλλιᾶσθε καὶ εὐφραίνεσθε, οἱ κατοικοῦντες Σιων, ὅτι ὑψώθη ἅγιος τοῦ Ισραηλ ἐν μέσῳ αὐτῆς.
Copyright information for LXX